Ancient Greek · ~3 min
Book 17
Aelian, Περὶ ζῴων ἰδιότητος 17.33
Not analysed yet
λέγει τις λόγος ἐν Κασπίοις ὄρνεον γίνεσθαι τὸ μὲν μέγεθος κατὰ τοὺς ἀλεκτρυόνας τοὺς μεγίστους, ποικίλον γε μὴν καὶ πολυχροίᾳ διηνθισμένον. καὶ πέτεταί γε ὕπτια ὡς ἀκούω ὑποτεῖναν τῷ τραχήλῳ τὰ σκέλη καὶ οἷον ἀνέχον αὐτοῖς αὐτόν. κλαγγὴν δὲ προΐεσθαι σκυλακίου. ποιεῖσθαι δὲ τὴν πτῆσιν οὐκ ἐν ἀέρι βαθεῖ ἀλλὰ περὶ τὴν γῆν, ἐλαφρίζειν ἐς ὕψος ἑαυτὸ μὴ δυνάμενον. Κάσπιος δὲ ἄρα καὶ οὗτος ὄρνις ἢ Ἰνδὸς μᾶλλον ʽλέγεται γὰρ καὶ ἐκείνῃ τὸ γένος οἱ καὶ ταύτᾐ, καὶ εἴη τὸ μέγεθος κατὰ χῆνα ἄν. καὶ ἔχει κεφαλὴν πλατεῖαν μὲν λεπτὴν δέ, καὶ τὰ σκέλη οἱ μακρά. καὶ κεκραμένη χρόα οἱ καὶ μικτή· τὸ μὲν γὰρ νῶτον αὐτῷ πορφυροῖς ἠγλάισται, τὰ δὲ ὑπὸ τὴν γαστέρα κόκκῳ γνησιωτάτῳ καὶ καλλίστῳ προσείκασται, κεφαλὴ δὲ καὶ δέρη λευκὰ ἄμφω. φθέγγεται δὲ κατὰ τὴν αἶγα.