Ancient Greek · ~1 min
Book 17
Aelian, Περὶ ζῴων ἰδιότητος 17.34
Not analysed yet
αἶγες δὲ Κάσπιαι γίνονται λευκαὶ ἰσχυρῶς, κεράτων δὲ ἄγονοι, καὶ μικραὶ τὸ μέγεθος καὶ σιμαί. κάμηλοι δʼ ἀριθμοῦ πλείους, αἱ μέγισται κατὰ τοὺς ἵππους τοὺς μεγίστους, εὔτριχες ἄγαν. ἁπαλαὶ γάρ εἰσι σφόδρα αἱ τούτων τρίχες, ὡς καὶ τοῖς Μιλησίοις ἐρίοις ἀντικρίνεσθαι τὴν μαλακότητα. οὐκοῦν ἐκ τούτων οἱ ἱερεῖς ἐσθῆτας ἀμφιέννυνται καὶ οἱ τῶν Κασπίων πλουσιώτατοί τε καὶ δυνατώτατοι.