Ancient Greek · ~2 min
Book 2
Aelian, Περὶ ζῴων ἰδιότητος 2.16
Not analysed yet
ἐρύθημα εἴ ποτε ἐπανατέλλει καὶ ὠχρίασις ἐπὶ ψιλῆς τῆς δορᾶς καὶ τριχῶν γυμνῆς, θαυμαστὸν οὐδέν· ταρανδὸς δὲ τὸ ζῷον, ἀλλὰ οὗτός γε θριξὶν αὐταῖς τρέπει ἑαυτόν, καὶ πολύχροιαν ἐργάζεται μυρίαν, ὡς ἐκπλήττειν τὴν ὄψιν. ἔστι δὲ Σκύθης, καὶ τὰ νῶτα παραπλήσιος ταύρῳ καὶ τὸ μέγεθος. τούτου τοι καὶ τὴν δορὰν ἀγαθὴν ἀντίπαλον αἰχμῇ ταῖς αὑτῶν ἀσπίσι περιτείναντες νοοῦσιν οἱ Σκύθαι.