Ancient Greek · ~2 min
Book 2
Aelian, Περὶ ζῴων ἰδιότητος 2.17
Not analysed yet
πελάγιος ἰχθὺς τὴν λῆξιν, τὴν ὄψιν μέλας, τὸ μῆκος κατὰ μεμετρημένην ἔγχελυν, λαβὼν ἐξ ὧν δρᾷ τὸ ὄνομα, θεούσῃ νηὶ καὶ μάλα γε ἐξ οὐρίας προσφθαρεὶς καὶ τῆς πρύμνης τὸ ἄκρον ἐνδακών, ὥσπερ οὖν ἵππον στομίῳ ἀπειθῆ καὶ τραχὺν χαλινῷ σκληρῷ βιαιότατα ἀνακρούσας, ἀναστέλλει τῆς ὁρμῆς καὶ πεδήσας ἔχει· καὶ μάτην μὲν τὰ ἱστία μέσα πέπρησται, ἐς οὐδὲν δὲ φυσῶσιν οἱ ἄνεμοι, ἄχος δʼ ἔχει τοὺς πλέοντας. συνιᾶσι δὲ οἱ ναῦται, καὶ τῆς νεὼς γνωρίζουσι τὸ πάθος. καὶ ἐντεῦθεν ἐκτήσατο τὸ ὄνομα· ἐχενηίδα γὰρ καλοῦσιν οἱ πεπειραμένοι.