Ancient Greek
Book 2
Aelian, Περὶ ζῴων ἰδιότητος 2.49
Not analysed yet
λέγει Ἀριστοτέλης εἰδέναι τοὺς κόρακας διαφορὰν γῆς εὐδαίμονός τε καὶ λυπρᾶς, καὶ ἐν μὲν τῇ παμφόρῳ τε καὶ πολυφόρῳ κατά τε ἀγέλας καὶ πλήθη φέρεσθαι, ἐν δὲ τῇ ἀγόνῳ καὶ στερίφῃ κατὰ δύο. τούς γε μὴν νεοττοὺς τοὺς ἐκτραφέντας τῆς ἑαυτῶν ἕκαστος καλιᾶς φυγάδας ἀποφαίνουσιν· ὑπὲρ ὅτου τροφὴν μαστεύουσι, καὶ τοὺς γειναμένους σφᾶς μὴ τρέφουσιν.