Ancient Greek · ~2 min
Book 2
Aelian, Περὶ ζῴων ἰδιότητος 2.50
Not analysed yet
Ὑπονύξαντες ἰὸν ἀφιᾶσιν ἰχθύων κωβιὸς καὶ δράκων καὶ χελιδών, οὐ μὴν ἐς θάνατον· ἡ τρυγὼν δὲ ἀποκτείνει παραχρῆμα τῷ κέντρῳ. καὶ λέγει γε Λεωνίδης ὁ Βυζάντιος ἰχθύων φύσεώς τε καὶ κρίσεως ἄπειρον ἄνθρωπον ἁρπάσαντα ἐκ δικτύου τρυγόνα ʽᾤετο δὲ ἄρα ὁ δυστυχὴς ψῆτταν εἶναἰ φέροντα ἐπικόλπιον ἐμβαλεῖν καὶ βαδίζειν, ὥς τι ἀγαθὸν εὑρόντα καὶ ἐς ἐμπολὴν κερδαλέον ἑαυτῷ ἅρπαγμα. ἣ δὲ ἄρα ἤλγησε πιεζομένη, καὶ παίει τῷ κέντρῳ πείρασα, καὶ ἐξέχεε τοῦ δυστυχοῦς κλέπτου τὰ σπλάγχνα. καὶ ἔκειτο παρὰ τῇ τρυγόνι νεκρὸς ὁ φώρ, ἐναργὴς ἔλεγχος ὧν οὐκ εἰδὼς ἔδρασεν.