Ancient Greek · ~2 min
Book 3
Aelian, Περὶ ζῴων ἰδιότητος 3.35
Not analysed yet
περδίκων φθέγμα ἓν οὐδέποτʼ ἂν ἀκούσειας ἁπάντων, ἀλλὰ ἔστι διάφορα. καὶ Ἀθήνησί γε οἱ ἐπέκεινα τοῦ Κορυδαλλέων δήμου ἄλλο ἠχοῦσι, καὶ οἱ ἐπίταδε ἄλλο. τίνα δέ ἐστι τοῖς φθέγμασι τὰ ὀνόματα, ἐρεῖ Θεόφραστος. ἐν δὲ τῇ Βοιωτίᾳ καὶ τῇ ἀντιπέρας Εὐβοίᾳ ὁμόφωνοί τέ εἰσι καὶ ὡς ἂν εἴποι τις ὁμόγλωττοι. ἄφωνα δέ ἐστι τὸ παράπαν ἐν Κυρήνῃ μὲν οἱ βάτραχοι, ἐν Μακεδονίᾳ δὲ ὗς. καὶ τεττίγων τι γένος, ἄφωνοι καὶ οὗτοι.