Ancient Greek
Book 3
Aelian, Περὶ ζῴων ἰδιότητος 3.36
Not analysed yet
γένος φαλαγγίου φασὶν εἶναι, καλοῦσι δὲ ῥᾶγα τὸ φαλάγγιον, εἴτε ὅτι μέλαν ἐστὶ καὶ τῷ ὄντι προσέοικε σταφυλῆς ῥαγὶ καί πως ὁρᾶται καὶ περιφερές, εἴτε διʼ αἰτίαν ἑτέραν. γίνεται δὲ ἐν τῇ Λιβύῃ, καὶ ἔχει πόδας μικρούς· στόμα δὲ εἴληχεν ἐν μέσῃ τῇ γαστρί, καὶ ἔστιν ἀποκτεῖναι τάχιστον.