Ancient Greek · ~2 min
Book 3
Aelian, Περὶ ζῴων ἰδιότητος 3.5
Not analysed yet
οὐκ ἂν διέλθοιεν τὸν καλούμενον Καμπύλινον ποταμόν. Ἰσσηδόνες δὲ τούτοις συνοικοῦντες τοῖς μύρμηξι καλοῦνταί τε καί εἰσιν. φαγοῦσα ὄφεως χελώνη καὶ ἐπιτραγοῦσα ὀριγάνου ἐξάντης γίνεται τοῦ κακοῦ, ὃ πάντως αὐτὴν ἀνελεῖν ἔμελλεν. περιστερὰν δὲ ὀρνίθων σωφρονεστάτην καὶ κεκολασμένην ἐς ἀφροδίτην μάλιστα ἀκούω λεγόντων· οὐ γάρ ποτε ἀλλήλων διασπῶνται, οὔτε ἡ θήλεια, ἐὰν μὴ ἀφαιρεθῇ τύχῃ τινὶ τοῦ συννόμου, οὔτε ὁ ἄρρην, ἐὰν μὴ χῆρος γένηται. πέρδικες δὲ ἀκράτορές εἰσιν ἀφροδίτης· οὐκοῦν τὰ ᾠὰ τὰ γεννώμενα ἀφανίζουσιν, ἵνα μὴ ἄγωσιν αἱ θήλειαι παιδοτροφοῦσαι τῆς πρὸς αὐτοὺς ὁμιλίας ἀσχολίαν.