Ancient Greek · ~4 min
3.6 to 3.9
Aelian, Περὶ ζῴων ἰδιότητος 3.6-9
Not analysed yet
λύκοι ποταμὸν διανέοντες, ὑπὲρ τοῦ μὴ πρὸς βίαν ἐκ τῆς τοῦ ῥεύματος ἐμβολῆς ἀνατρέπεσθαι ἕρμα ἴδιον αὐτοῖς ἡ φύσις συμπλάσασα ἐδιδάξατο σωτηρίαν ἐξ ἀπόρων καὶ μάλα εὔπορον. τὰς οὐρὰς τὰς ἀλλήλων ἐνδακόντες, εἶτα ἀντιπίπτουσι τῷ ῥεύματι, καὶ ἀλύπως διενήξαντο καὶ ἀσφαλῶς. ὄνοις θηλείαις βρώμησιν ἡ φύσις οὐκ ἔνειμε, φασί. κύνας δὲ ἀφώνους ἀποφαίνειν ταῖς ὑαίναις ἡ αὐτὴ παρέσχεν. εὐωδία δὲ καὶ μύρον γυψὶν αἴτια θανάτου. κύκνων δὲ κώνειον ὄλεθρος. κάμηλον δὲ ὡς δέδοικεν ἵππος ἔγνω Κῦρός τε καὶ Κροῖσος, ὥς φασιν. τὰ βρέφη τὰ τῶν ἵππων ὅταν αἱ μητέρες καταλίπωσι πρὸ τῆς ἐκείνων ἐκθρέψεως οἷον ὀρφανά, ἐκτρέφουσι μετὰ τῶν οἰκείων παιδίων οἰκτείρουσαι αἱ ἄλλαι αὐτά. κορῶναι ἀλλήλαις εἰσὶ πιστόταται, καὶ ὅταν ἐς κοινωνίαν συνέλθωσι, πάνυ σφόδρα ἀγαπῶσι σφᾶς, καὶ οὐκ ἂν ἴδοι τις μιγνύμενα ταῦτα τὰ ζῷα ἀνέδην καὶ ὡς ἔτυχεν. λέγουσι δὲ οἱ τὰ ὑπὲρ τούτων ἀκριβοῦντες ὅτι ἂν ἀποθάνῃ τὸ ἕτερον, τὸ λοιπὸν χηρεύει. ἀκούω δὲ τοὺς πάλαι καὶ ἐν τοῖς γάμοις μετὰ