Ancient Greek · ~2 min
Book 4
Aelian, Περὶ ζῴων ἰδιότητος 4.10
Not analysed yet
ἀστακὸν οὐ τρέφει· μικρῶν δὲ ἰχθύων οἵδε ὅλεθρός εἰσιν. πυνθάνομαι σελήνης ὑποφαινομένης νέας τοὺς ἐλέφαντας κατά τινα φυσικὴν καὶ ἀπόρρητον ἔννοιαν ἐκ τῆς ὕλης ἐν ᾗ νέμονται νεοδρεπεῖς ἀφελόντας κλάδους εἶτα μέντοι μετεώρους ἀνατείνειν, καὶ πρὸς τὴν θεὸν ἀναβλέπειν, καὶ ἡσυχῆ τοὺς κλάδους ὑποκινεῖν, οἷον ἱκετηρίαν τινὰ ταύτην τῇ θεῷ προτείνοντας ὑπέρ τοῦ ἵλεων τε καὶ εὐμενῆ τὴν θεόν γε εἶναι αὐτοῖς.