Ancient Greek · ~1 min
Book 4
Aelian, Περὶ ζῴων ἰδιότητος 4.11
Not analysed yet
μόνας ἀκούω τῶν ζῴων τὰς ἵππους καὶ κυούσας ὑπομένειν τὴν τῶν ἀρρένων μίξιν· εἶναι γὰρ λαγνιστάτας. διὰ ταῦτά τοι καὶ τῶν γυναικῶν τὰς ἀκολάστους ὑπὸ τῶν σεμνοτέρως αὐτὰς εὐθυνόντων καλεῖσθαι ἵππους.