Ancient Greek · ~1 min
Book 4
Aelian, Περὶ ζῴων ἰδιότητος 4.14
Not analysed yet
κακὸν θηρίον ἡ γαλῆ, κακὸν δὲ καὶ ὁ ὄφις. οὐκοῦν ὅταν μέλλῃ γαλῆ ὄφει μάχεσθαι, πήγανον διατραγοῦσα πρότερον εἶτα μέντοι ἐπὶ τὴν μάχην ὥσπερ οὖν πεφραγμένη τε καὶ ὡπλισμένη παραγίνεται. τὸ δὲ αἴτιον, τὸ πήγανον πρὸς ὄφιν ἔχθιστόν ἐστιν.