Ancient Greek · ~2 min
Book 4
Aelian, Περὶ ζῴων ἰδιότητος 4.15
Not analysed yet
ὁ λύκος ἐμπλησθεὶς ἐς κόρον οὐδʼ ἂν τοῦ βραχίστου τὸ λοιπὸν ἀπογεύσαιτο· παρατείνεται μὲν γὰρ ἡ γαστὴρ τῷδε, οἰδάνει δὲ ἡ γλῶττα, καὶ τὸ στόμα ἐμφράγνυται, πραότατος δὲ ἐντυχεῖν ἐστιν ἀμνοῦ δίκην, καὶ οὐκ ἂν ἐπιβουλεύσειεν ἢ ἀνθρώπῳ ἢ θρέμματι, οὐδὲ εἰ τῆς ἀγέλης βαδίζοι μέσος. μειοῦται δὲ ἡσυχῆ καὶ κατʼ ὀλίγον ἡ γλῶττα αὐτῷ, εἶτα ἐς τὸ ἀρχαῖον σχῆμα ἐπάνεισι, καὶ λύκος γίνεται αὖθις.