Ancient Greek
Book 4
Aelian, Περὶ ζῴων ἰδιότητος 4.53
Not analysed yet
εἶναι δὲ ἄλογα μὲν ζῷα, φυσικὴν δὲ ἔχειν ἀριθμητικὴν μὴ διδαχθέντα Εὔδημός φησι, καὶ ἐπάγει μαρτύριον ἐκεῖνο τῶν ἐν τῇ Λιβύῃ ζῴων. τὸ δὲ ὄνομα οὐ λέγει· ἃ δὲ λέγει, ταῦτά ἐστιν. ὅ τι ἂν θηράσῃ, ποιεῖν μοίρας ἕνδεκα, καὶ τὰς μὲν δέκα σιτεῖσθαι, τὴν δὲ ἑνδεκάτην ἀπολείπειν ʽὅτῳ δὲ καὶ ἀντὶ τοῦ καὶ ἐννοίᾳ τίνι σκοπεῖν ἄξιονʼ ἀπαρχήν γέ τινα ἢ δεκάτην, ὡς ἂν εἴποις. οὐκοῦν ἐκπλαγῆναι δίκαιον τὴν αὐτοδίδακτον σοφίαν τήνδε· τὴν γάρ τοι μονάδα καὶ δυάδα καὶ τοὺς ἑξῆς ἀριθμοὺς ζῷον οἶδεν ἄλογον· ἀνθρώπῳ δὲ δεῖ πόσων μὲν τῶν μαθημάτων, πόσων δὲ τῶν πληγῶν, ἵνα ἢ μάθῃ ταῦτα εὖ καὶ καλῶς ἢ πολλάκις μὴ μάθῃ;