Ancient Greek
Book 4
Aelian, Περὶ ζῴων ἰδιότητος 4.54
Not analysed yet
λέγουσιν Αἰγύπτιοι ʽκαὶ ῥᾳθύμως αὐτῶν οὐκ ἀκούουσιν ἄνδρες φιλόσοφοἰ ἔν τινι νομῷ τῶν Αἰγυπτίων, ὅνπερ οὖν ἐξ Ἡρακλέους τοῦ Διὸς ὀνομάζουσι, παῖδα ὡραῖον ὡς ἂν Αἰγύπτιον, χηνῶν ποιμένα, ἐράστριαν ἀσπίδα λαχεῖν, καὶ μέντοι καὶ παρʼ αὐτῇ εἶναι θαυμαστόν. εἶτα φοιτῶσαν τῷ ἐρωμένῳ ὄναρ προλέγειν τὰς ἐπιβουλὰς τὰς ἐς αὐτὸν πανουργουμένας ἐκ θατέρου θηρίου, ὅπερ ἦν αὐτῇ σύννομον, ὡς ἂν εἴποι τις, ζηλοτυπίᾳ τῇ πρὸς τὸν παῖδα ὑπὲρ τῆς νύμφης ταῦτα πειρωμένου δρᾶν τοῦ ἄρρενος· τὸν δὲ ὑπακούοντα πείθεσθαι καὶ φυλάττεσθαι. Ὅμηρος μὲν οὖν ἔδωκεν ἵππῳ φωνήν, ἀσπίδι δὲ ἡ φύσις, ᾗ νόμων οὐδὲν μέλει, φησὶν Εὐριπίδης.