Ancient Greek · ~2 min
Book 5
Aelian, Περὶ ζῴων ἰδιότητος 5.12
Not analysed yet
καὶ τοῦτο δὲ φιλεργίας τῆς τῶν μελιττῶν μαρτύριον. ἐν γοῦν τοῖς χειμεριωτάτοις τῶν χωρίων μετὰ Πλειάδων δυσμὰς ἐς ἰσημερίαν ἠρινὴν διατελοῦσιν οἰκουροῦσαί τε καὶ ἔνδον ἀτρεμοῦσαι ἀλέας πόθῳ καὶ φυγῇ ῥίγους αἱ μέλιτται· τὸν δὲ ἄλλον χρόνον τοῦ ἔτους πάντα ἀργίαν τε καὶ ἡσυχίαν μισοῦσι, καὶ καμεῖν εἰσιν ἀγαθαί. καὶ οὐκ ἄν ποτε ἴδοις βλακεύουσαν μέλιτταν τῆς ὥρας ἐκείνης ἔξω ἐν ᾗ μαλκίει τὰ μέλη.