Ancient Greek · ~3 min
Book 5
Aelian, Περὶ ζῴων ἰδιότητος 5.13
Not analysed yet
γεωμετρίαν δὲ καὶ κάλλη σχημάτων καὶ ὡραίας πλάσεις αὐτῶν ἄνευ τέχνης τε καὶ κανόνων καὶ τοῦ καλουμένου ὑπὸ τῶν σοφῶν διαβήτου ἀποδείκνυνται αἱ μέλιτται. ὅταν δὲ ἐπιγονὴ ᾖ καὶ εὐθενῇ ταῖς μελίτταις τὸ σμῆνος, ἐκπέμπουσιν ὥσπερ οὖν αἱ μέγισταί τε καὶ πολυανδρούμεναι τῶν πόλεων. οἶδε δὲ ἄρα ἡ μέλιττα καὶ ὑετοῦ ἀπειλοῦντος ἐπιδημίαν καὶ σκληρὸν πνεῦμα ἐσόμενον. εἰ δὲ αὐτῇ παρὰ δόξαν γένοιτο τὸ τοῦ πνεύματος, ὄψει φέρουσαν λίθον ἑκάστην ἄκροις τοῖς ποσὶν ἕρμα εἶναι. ὅπερ δὲ ὁ θεῖος Πλάτων περὶ τῶν τεττίγων λέγει καὶ τῆς ἐκείνων φιλῳδίας τε καὶ φιλομουσίας, τοῦτʼ ἂν καὶ περὶ τοῦ τῶν μελιττῶν χοροῦ εἴποι τις. ὅταν γοῦν σκιρτήσωσιν ἢ πλανηθῶσιν, ἐνταῦθα οἱ σμηνουργοὶ κροτοῦσι κρότον τινὰ ἐμμελῆ τε καὶ συμμελῆ· αἳ δὲ ὡς ὑπὸ Σειρῆνος ἕλκονται, καὶ μέντοι καὶ ὑποστρέφουσιν ἐς ἤθη τὰ οἰκεῖα αὖθις.