Ancient Greek
Book 5
Aelian, Περὶ ζῴων ἰδιότητος 5.40
Not analysed yet
εὐωδίας τινὸς θαυμαστῆς τὴν πάρδαλιν μετειληχέναι φασίν, ἡμῖν μὲν ἀπορρήτου, αὐτὴ δὲ οἶδε τὸ πλεονέκτημα τὸ οἰκεῖον, καὶ μέντοι καὶ τὰ ἄλλα ζῷα συνεπίσταται τοῦτο ἐκείνῃ, καὶ ἁλίσκεταί οἱ τὸν τρόπον τοῦτον. ἡ πάρδαλις τροφῆς δεομένη ἑαυτὴν ὑποκρύπτει ἢ λόχμῃ πολλῇ ἢ φυλλάδι βαθείᾳ, καὶ ἐντυχεῖν ἐστιν ἀφανής, μόνον δὲ ἀναπνεῖ. οὐκοῦν οἱ νεβροὶ καὶ αἱ δορκάδες καὶ οἱ αἶγες οἱ ἄγριοι καὶ τὰ τοιαῦτα τῶν ζῴων ὡς ὑπό τινος ἴυγγος τῆς εὐωδίας ἕλκεται, καὶ γίνεται πλησίον· ἣ δὲ ἐκπηδᾷ καὶ ἔχει τὸ θήραμα.