Ancient Greek
Book 5
Aelian, Περὶ ζῴων ἰδιότητος 5.41
Not analysed yet
πυνθάνομαι τῶν ζῴων τὰ μηρυκάζοντα τρεῖς ἔχειν κοιλίας, καὶ ὀνόματα αὐτῶν ἀκούω κεκρύφαλον ἐχῖνον ἤνυστρον. σηπίαι δὲ καὶ τευθίδες δύο νέμονται προβοσκίσιν· οὐ γάρ τοι χεῖρον οὕτως ὀνομάσαι καὶ ἐκ τῆς χρείας καὶ ἐκ τοῦ σχήματος ἐπαρθέντα. καὶ ὅταν ᾖ χειμέρια καὶ κλύδων τεταραγμένος, αἳ δὲ τῶν πετρῶν λαμβάνονται ταῖς αὐταῖς προβολαῖς, καὶ ἔχονται ὡς ἀγκύραις πάνυ ἐγκρατῶς, καὶ ἄσειστοί τε καὶ ἄκλυστοι μένουσιν· εἶτα εἰ γένοιτο ὑπεύδια, ἀπολύουσί τε ἑαυτὰς καὶ ἐλευθεροῦσι, καὶ νέουσι πάλιν, εἰδυῖαι μάθημα οὐκ εὐκαταφρόνητον, χειμῶνος φυγὴν καὶ ἐκ τῶν κινδύνων σωτηρίαν.