Ancient Greek · ~1 min
5.43 to 5.44
Aelian, Περὶ ζῴων ἰδιότητος 5.43-44
Not analysed yet
περὶ τὸν Ὕπανιν ποταμὸν γίνεσθαι τὸ ζῷον τὸ μονήμερον οὕτω καλούμενον Ἀριστοτέλης φησί, τικτόμενον μὲν ἅμα τῷ κνέφει, ἀποθνῆσκον δὲ ἐπὶ δυσμὰς ἡλίου τρεπομένου. ἔχει δὲ τὸ δῆγμα ἡ σηπία ἰῶδες καὶ τοὺς ὀδόντας ἰσχυρῶς ὑπολανθάνοντας. ἦν δὲ ἄρα δηκτικὸν καὶ ὁ ὀσμύλος καὶ ὁ πολύπους· καὶ δάκοι μὲν ἂν οὗτος σηπίας βιαιότερον, τοῦ δὲ ἰοῦ μεθίησιν ἧττον.