Ancient Greek · ~3 min
Book 5
Aelian, Περὶ ζῴων ἰδιότητος 5.42
Not analysed yet
εἴ σοι βουλομένῳ μαθεῖν ἐστι μελιττῶν ὀνόματα, οὐκ ἂν βασκήναιμι εἰπεῖν ὅσα πέπυσμαι. ἡγεμόνες καλοῦνταί τινες καὶ ἄλλαι σειρῆνες καὶ ὑδροφόροι τινὲς καὶ ἕτεραι πλάστιδες. Νίκανδρος δὲ ὑδροφορεῖν τοὺς κηφῆνάς φησι. περὶ δὲ τὴν τῶν Καππαδόκων γῆν ἄνευ κηρίων τὸ μέλι τὰς μελίττας ἐργάζεσθαί φασι, παχὺ δὲ εἶναι τοῦτο κατὰ τὸ ἔλαιον λόγος ἔχει. ἐν Τραπεζοῦντι δὲ τῇ Ποντικῇ ἐκ τῆς πύξου γίνεσθαι μέλι πέπυσμαι, βαρὺ δὲ τὴν ὀσμὴν τοῦτο εἶναι, καὶ ποιεῖν μὲν τοὺς ὑγιαίνοντας ἔκφρονας, τοὺς δὲ ἐπιλήπτους ἐς ὑγίειαν ἐπανάγειν αὖθις. ἐν Μηδίᾳ δὲ ἀποστάζειν τῶν δένδρων ἀκούω μέλι, ὡς Εὐριπίδης ἐν τῷ Κιθαιρῶνί φησιν ἐκ τῶν κλάδων γλυκείας σταγόνας ἀπορρεῖν. γίνεσθαι δὲ καὶ ἐν Θράκῃ μέλι ἐκ τῶν φυτῶν ἤκουσα. ἐν δὲ Μυκόνῳ μέλιττα οὐ γίνεται, ἀλλὰ καὶ ἔξωθεν κομισθεῖσα ἀποθνήσκει.