Ancient Greek · ~2 min
Book 5
Aelian, Περὶ ζῴων ἰδιότητος 5.46
Not analysed yet
ἔδωκε δὲ ἄρα ἡ φύσις ταῖς κυσὶ τραυμάτων ἀντίπαλον πόαν. εἰ δὲ ἕλμινθες αὐτὰς λυποῖεν, τοῦ σίτου τὸ καλούμενον λήιον ἐσθίουσαι ἐκκρίνουσιν αὐτάς. λέγονται δὲ καὶ ὅταν δέωνται τὴν γαστέρα ἑκατέραν κενῶσαι πόαν τινὰ ἐσθίειν, καὶ τὸ μέν τι τῆς τροφῆς τὸ ἐπιπολάζον ἀνεμεῖν, τὰ δὲ περιττὰ κάτωθεν ἐκκρίνεσθαι αὐταῖς φασιν. ἐντεῦθεν καὶ τὸ συρμαΐζειν Αἰγύπτιοι λέγονται μαθεῖν. πέρδικες δὲ καὶ πελαργοὶ τρωθέντες καὶ φάτται τὴν ὀρίγανον, ὡς λόγος, διατρώγουσιν, εἶτα τοῖς τραύμασιν ἐντιθέντες ἀκοῦνται τὸ σῶμα καὶ μέντοι καὶ τῆς ἀνθρώπων ἰατρικῆς δέονται οὐδὲ ἕν.