Ancient Greek · ~3 min
Book 5
Aelian, Περὶ ζῴων ἰδιότητος 5.47
Not analysed yet
οὐ δεήσομαι ἐνταῦθα μάρτυρος πρεσβυτέρου, ἃ δὲ αὐτὸς ἔγνων ἐρῶ. σαῦρον τῶν χλωρῶν μὲν ὑπεράγαν, ἁδροτέρων δὲ τὴν ἕξιν συλλαβὼν ἀνὴρ καὶ κέντρῳ πεποιημένῳ χαλκοῦ πείρας εἶτα τυφλώσας τὸν σαῦρον καὶ χύτραν κεραμέαν τῶν νεωστὶ εἰργασμένων διατρήσας πάνυ λεπταῖς ὀπαῖς, ὡς μὴ εἴργειν μὲν τὸ πνεῦμα, οὐ μὴν ἐκείνῳ παρασχεῖν ἔκδυσιν, καὶ γῆν ἐγχέας καὶ μάλα ἔνδροσον, καὶ τὸ θηρίον ἐμβαλὼν καὶ πόαν τινὰ ἧς οὐκ εἶπε τὸ ὄνομα καὶ δακτύλιον σιδήρου πεποιημένον καὶ ἔχοντα λίθον γαγάτην, ᾧπερ οὖν ἐνείργαστο γλύμμα σαῦρος, τὴν μὲν χύτραν ἐπηλύγασεν, ἐννέα ἐμπλάσας σημεῖα, ὧν ἀφῄρει σφραγῖδα ἐφʼ ἡμέρας ἐννέα. καὶ τὴν ἐπὶ πάσαις ἀφανίσας ἀνοίγει τὸ σκεῦος, καὶ ἔγωγε εἶδον τὸν σαῦρον ἐμβλέποντα, καὶ εὐωποτάτους τοὺς ὀφθαλμοὺς τοὺς τέως πεπηρωμένους εἶχε. καὶ τὸν μέν, ἔνθεν ᾑρέθη, ἐνταῦθα ἀπελύσαμεν, δακτύλιον δὲ ἐκεῖνον ὁ ἀνὴρ ὁ ταῦτα δράσας ὀφθαλμοῖς ἀγαθὸν ἔφασκεν εἶναι.