Ancient Greek · ~3 min
Book 5
Aelian, Περὶ ζῴων ἰδιότητος 5.51
Not analysed yet
Πολυφωνότατα δὲ τὰ ζῷα καὶ πολύφθογγα ὡς ἂν εἴποις ἡ φύσις ἀπέφηνεν, ὥσπερ οὖν καὶ τοὺς ἀνθρώπους. ὁ γοῦν Σκύθης ἄλλως φθέγγεται καὶ ὁ Ἰνδὸς ἄλλως, καὶ ὁ Αἰθίοψ ἔχει φωνὴν συμφυᾶ καὶ οἱ Σάκαι· φωνὴ δὲ Ἑλλὰς ἄλλη, καὶ Ῥωμαία ἄλλη. οὕτω τοι καὶ τὰ ζῷα ἄλλο ἄλλως προΐεται τὸν συγγενῆ τῆς γλώττης ἦχόν τε καὶ ψόφον· τὸ μὲν γὰρ βρυχᾶται, μυκᾶται δὲ ἄλλο, καὶ χρεμέτισμα ἄλλου καὶ ὄγκησις ἄλλου βληχηθμός τε καὶ μηκασμός, καί τισι μὲν ὠρυγμός, τισὶ δὲ ὑλαγμὸς φίλον, καὶ ἄλλῳ ἀρράζειν· κλαγγαὶ δὲ καὶ ῥοῖζοι καὶ κριγμοὶ καὶ ᾠδαὶ καὶ μελῳδίαι καὶ τραυλισμοὶ καὶ μυρία ἕτερα δῶρα τῆς φύσεως ἴδια τῶν ζῴων ἄλλα ἄλλων.