Ancient Greek
Book 5
Aelian, Περὶ ζῴων ἰδιότητος 5.52
Not analysed yet
ἀνὰ τὴν χώραν τὴν Αἰγυπτίαν ἀσπίδες φωλεύουσι τοῦ Νείλου πλησίον ἐπὶ τῆς ὄχθης ἑκατέρας. καὶ τὸν μὲν ἄλλον χρόνον φιλοχωροῦσι καὶ ἀγαπῶσιν, ὡς τὰς οἰκίας τὰς σφετέρας οἱ ἄνθρωποι· μέλλοντος δὲ τοῦ ποταμοῦ κατὰ τὴν ὥραν τὴν θέρειον ἀναπλεῖν, πρὸ τριάκοντά που ἡμερῶν αἱ προειρημέναι ἀσπίδες μετοικίζονται ἐς τὰ ἀπωτέρω τοῦ Νείλου χωρία, καὶ τοὺς ὄχθους τοὺς ὑπερέχοντας ἐσέρπουσι, καὶ μέντοι καὶ τὰ σφῶν αὐτῶν ἔκγονα ἐπάγονται, δῶρον τοῦτο ἴδιον λαχοῦσαι παρὰ τῆς φύσεως εἰδέναι ποταμοῦ τοσούτου καὶ οὕτως ἐργατικοῦ τὴν ἀνὰ πᾶν ἔτος ἐπιδημίαν, καὶ τὴν ἐξ αὐτοῦ κατάληψίν τε καὶ λύμην φυλάττεσθαι. καὶ αἱ χελῶναι δὲ καὶ οἱ καρκίνοι καὶ οἱ κροκόδειλοι τὰ ᾠὰ κατὰ τὴν ὥραν τὴν αὐτὴν μετακομίζουσιν ἐς τὰ ἄβατα τῷ ποταμῷ καὶ ἀνέφικτα· καὶ ἐντεῦθεν ἤδη λογίζονται οἱ ἐντυγχάνοντες τοῖς τῶν προειρημένων ᾠοῖς ὁ Νεῖλος ἀνελθὼν ἐς πόσον ἐπαρδεύσει σφίσι τὴν γῆν.