Ancient Greek · ~2 min
6.35 to 6.37
Aelian, Περὶ ζῴων ἰδιότητος 6.35-37
Not analysed yet
βούπρηστις ζῷόν ἐστιν, ὅπερ οὖν ἐὰν βοῦς καταπίῃ, πίμπραται καὶ ῥηγνύμενος ἀπόλλυται οὐ μετὰ μακρόν. αἱ κάμπαι ἐπινέμονται τὰ λάχανα, τάχα δὲ καὶ διαφθείρουσιν αὐτά. ἀπόλλυνται δὲ αὗται, γυνὴ τὴν ἐπιμήνιον κάθαρσιν καθαιρομένη εἰ διέλθοι μέση τῶν λαχάνων. εἶεν δʼ ἂν βουσὶν ἔχθιστα οἶστρος καὶ μύωψ. καὶ ὁ μὲν οἶστρος κατὰ τὰς μυίας τὰς μεγίστας ἐστί, καὶ ἔχει στερεὸν καὶ μέγα κέντρον, καὶ ἦχόν τινα βομβώδη ἀφίησι καὶ τραχύν· ὁ δὲ μύωψ τῇ κυνομυίᾳ προσείκασται, βομβεῖ δὲ τοῦ οἴστρου μᾶλλον, ἔλαττον δὲ ἔχει τὸ κέντρον.