Ancient Greek · ~3 min
Book 6
Aelian, Περὶ ζῴων ἰδιότητος 6.38
Not analysed yet
τῶν ὑπʼ ἀσπίδος δηχθέντων οὐ μνημονεύεται οὐδεὶς ἐξάντης τοῦ κακοῦ γεγονέναι. ἔνθεν τοι καὶ τοὺς βασιλεῖς ἀκούω τῶν Αἰγυπτίων ἐπὶ τῶν διαδημάτων φορεῖν πεποικιλμένας ἀσπίδας, τῆς ἀρχῆς αἰνιττομένους τὸ ἀνίκητον δὴ ἐκ τῆς τοῦ ζῴου μορφῆς τοῦ προειρημένου. γίνονται δὲ καὶ πενταπήχεις ἀσπίδες. καὶ μέλαιναι μὲν αἱ πλεῖσται ἢ τεφραῖαι, ἴδοις δʼ ἂν καὶ πυρρὰν ἀσπίδα. οἱ δηχθέντες δὲ ὑπʼ ἀσπίδος οὐ περαιτέρω βιοῦσι τετάρτης ὥρας, πνιγμὸς δὲ αὐτοὺς καὶ σπασμὸς διώκει καὶ λυγμός, ὥς φασιν. ἀκούω δὲ τὸν ἰχνεύμονα τῆς ἀσπίδος τὰ ᾠὰ ἀφανίζειν, οἱονεὶ τοῖς ἑαυτοῦ παισὶν ὑπεξαίροντα τοὺς μέλλοντας ἀντιπάλους. Λίβυσσαν δὲ ἄρα ἀσπίδα καὶ ἀποφαίνειν τυφλοὺς τῷ φυσήματι λέγει τις λόγος.