Ancient Greek
Book 6
Aelian, Περὶ ζῴων ἰδιότητος 6.46
Not analysed yet
ἀποκτίννυσι δὲ ἀετὸν μὲν τὸ καλούμενον σύμφυτον, τὴν δὲ ἶβιν ὑαίνης χολή, σκορόδου σπέρμα τὸν ψᾶρα, χαραδριὸν ἄσφαλτος, τὸν δὲ ἐχῖνον ὁ καλούμενος ποταμογείτων. ἐχῖνος δὲ αἰθυίας χολὴν οὐχ ὑπομένει. κίρκος δὲ καὶ λάρος καὶ τρυγὼν καὶ κόσσυφος καὶ τὸ γυπῶν ἔθνος σίδην κοπεῖσαν εἰ διατράγοιεν, ἀπολώλασι. κέδρου τὸν καλαμοδύτην ἀπόλλυσι φύλλα, ἄνθος δὲ ἄγνου τὸν μελαγκόρυφον, κόρακα δὲ εὐζώμου σπέρμα. μύρῳ κάνθαρος ἀποθνήσκει, στέατι δορκάδος ὁ ἔποψ. κορώνη δὲ λυκοβρώτου κρέως λειψάνῳ περιτυχοῦσα ἀποθνήσκει. κορυδαλλὸς δὲ νάπυος σπέρματι, γέρανος ἀμπέλου δάκρυον σπάσασα διεφθάρη.