Ancient Greek · ~1 min
Book 6
Aelian, Περὶ ζῴων ἰδιότητος 6.47
Not analysed yet
λαγὼ δὲ πέρι καὶ ἐνταῦθα ἔπεισιν εἰπεῖν τοιαῦτά μοι. ἐς τὴν κοίτην τὴν συνήθη οὐ πάρεισιν ὁ λαγὼς πρὶν ἢ ταράξαι τὰ ἴχνη, πῆ μὲν ἐσιὼν πῆ δὲ ἐξιών, ἵνα ἀφανίσῃ τὴν ἐκ τῶν θηρατῶν ἐς αὐτὸν ἐπιβουλήν, σοφίᾳ τινὶ φυσικῇ τὸ θηρίον τοὺς ἀνθρώπους αἱμυλώτατα ἀπατῆσαν.