Ancient Greek · ~2 min
Book 6
Aelian, Περὶ ζῴων ἰδιότητος 6.64
Not analysed yet
ἡ ἀλώπηξ πονηρὸν ζῷόν ἐστιν, ἔνθεν τοι καὶ κερδαλέην οἱ ποιηταὶ καλεῖν φιλοῦσιν αὐτήν· πονηρὸν δὲ καὶ ὁ χερσαῖος ἐχῖνός ἐστι. καὶ ὃ μὲν ἑαυτὸν συνειλήσας κεῖται, θεασάμενος ἥκουσαν τὴν ἀλώπεκα, ἣ δὲ χανεῖν τε καὶ ἐνδακεῖν οὐ δυναμένη, κᾆτα οὔρησεν αὐτοῦ ἐς τὸ στόμα· ὃ δὲ ἀποπνίγεται, τοῦ πνεύματος ἔνδον ἐκ τῆς συνειλήσεως κατεσχημένου καὶ ἐπιρρέοντός οἱ τοῦ προειρημένου, καὶ μέντοι καὶ τὸν τρόπον τοῦτον κακὸν κακὴ περιελθοῦσα τὸν ἐχῖνον ἡ ἀλώπηξ ᾕρηκεν αὐτόν. ἀνωτέρω δὲ θήρα λέλεκται ἄλλη.