Ancient Greek · ~2 min
Book 6
Aelian, Περὶ ζῴων ἰδιότητος 6.65
Not analysed yet
περὶ τὸ Κωνώπιον οὕτω καλούμενον ʽχῶρος δὲ ἄρα τῆς Μαιώτιδός ἐστἰ τοῖς ἀσπαλιευταῖς τε καὶ θαλαττουργοῖς ἀνδράσιν οἱ λύκοι πιστῶς παραμένουσι, καὶ εἰ θεάσαιο, οὐκ ἂν εἴποις αὐτοὺς κυνῶν οἰκουρούντων διαφέρειν. ἐὰν μὲν οὖν ἀπολάχωσι τῆς ἄγρας τῆς θαλαττίου μοίρας οἵδε οἱ λύκοι, εἰρηναῖα αὐτοῖς πρὸς τοὺς ἁλιέας καὶ ἔνσπονδά ἐστιν· εἰ δὲ μή, διαξαίνουσιν αὐτῶν τὰ δίκτυα καὶ ἀφανίζουσι, καὶ ἔδοσαν ὑπὲρ τῆς σφετέρας ἀμοιρίας ζημίαν οἱ λύκοι αὐτοῖς.