Ancient Greek
Book 8
Aelian, Περὶ ζῴων ἰδιότητος 8.19
Not analysed yet
ἡ ὗς γνωρίζει τοῦ συβώτου τὴν φωνήν, καὶ ὑπακούει καλοῦντος, κἂν ᾖ πλανηθεῖσα· πλησίον δὲ τούτου τὸ μαρτύριον. τῇ γῇ τῇ Τυρρηνίδι κακοῦργοι ναῦν λῄστειραν προσέσχον, καὶ προσανελθόντες αὐλίῳ περιτυγχάνουσι, καὶ ἦν συβωτῶν τὸ αὔλιον, καὶ εἶχε πολλὰς ὗς. ταύτας οὖν συλλαβόντες ἐς τὴν ναῦν ἐνέβαλον, καὶ ἀπολύσαντες τὰ πείσματα εἴχοντο τοῦ πλοῦ. οἱ τοίνυν συβῶται παρόντων μὲν τῶν λῃστῶν ἡσύχαζον, ἐπεὶ δὲ ἔτυχον τῆς γῆς ἀποσαλεύσαντες, ὅσσον τε γέγωνε βοήσας, ἐνταῦθά τοι τὰς σῦς τῇ συνήθει βοῇ ὀπίσω παρὰ σφᾶς ἀπεκάλουν οἱ συβῶται. αἳ δὲ ὡς ἤκουσαν, ἐπὶ θάτερα τοῦ πλοίου ἑαυτὰς συνώσασαι ἀνέτρεψαν αὐτό. καὶ οἱ μὲν κακοῦργοι παραχρῆμα διεφθάρησαν, αἱ δὲ ὗς παρὰ τοὺς ἑαυτῶν δεσπότας ἀπενήξαντο.