Ancient Greek
Book 8
Aelian, Περὶ ζῴων ἰδιότητος 8.20
Not analysed yet
ζηλότυπον δὲ εἶναι καὶ τὸν πελαργόν φασιν. ἐν γοῦν Κραννῶνι τῆς Θετταλίας Ἀλκινόην ὄνομα γυναῖκα ὡραίαν ὁ γήμας ἀπολιπὼν οἴκοι ἔς τινα ἐστείλατο ἀποδημίαν. ἡ τοίνυν Ἀλκινόη ὡμίλει τῶν θεραπόντων τινί. τοῦτο συνιδὼν ὁ πελαργὸς ὁ οἰκέτης οὐχ ὑπέμεινεν, ἀλλὰ ἐτιμώρησε τῷ δεσπότῃ. προσπηδῶν γοῦν ἐπήρωσε τῆς ἀνθρώπου τὴν ὄψιν. ἀνωτέρω μὲν ἐμνήσθην πορφυρίωνος ζηλοτυπίας εἶτα κυνὸς τοιούτου, νῦν γε μὴν πελαργοῦ τὰ ἴσα ἐκείνοις ἐς νοσοῦντα γάμον.