Ancient Greek
Book 9
Aelian, Περὶ ζῴων ἰδιότητος 9.12
Not analysed yet
σὺ μέν μοι λέξεις πανοῦργον εἶναι ζῷον ἀλώπεκα, ταύτην δὴ τὴν ἐκ τῆς γῆς τρεφομένην· ἄκουε δὲ καὶ τὰς τῆς θαλαττίας μηχανάς, καὶ ὁποῖα δρᾷ καὶ ἐκείνη πυνθάνου. ἢ γὰρ οὐ πρόσεισι τῷ ἀγκίστρῳ τὴν ἀρχήν, ἢ καταπιοῦσα παραχρῆμα ἑαυτῆς τὸ ἐντὸς μετεκδῦσα ἔστρεψεν ἔξω, ὥσπερ οὖν χιτῶνα τὸ σῶμα ἀνελίξασα, καὶ τοῦτον δήπου τὸν τρόπον ἐξεώσατο τὸ ἄγκιστρον.