Ancient Greek · ~2 min
Book 9
Aelian, Περὶ ζῴων ἰδιότητος 9.13
Not analysed yet
Ἴυγγας ἐρωτικὰς ἄνθρωποί φασιν εἶναί τινας, μίξεως δὲ ἀφροδισίου σύνθημα ὁ βάτραχος ἀφίησι πρὸς τὴν θήλειαν βοήν τινα, ὡς ἐραστὴς ᾠδήν τινα κωμαστικήν, καὶ κέκληται ἥδε ἡ βοὴ ὀλολυγών, ὥς φασιν. ὅταν δὲ τὴν θήλειαν προσαγάγηται, μένουσιν ἄμφω τὴν νύκτα· ἐν μὲν γὰρ τῷ ὕδατι συνελθεῖν οὐ δύνανται, μεθʼ ἡμέραν δὲ ἐπὶ γῆς συμπλακῆναι ὀρρωδοῦσι. νυκτὸς δὲ ἐπιστάσης κατὰ πολλὴν τὴν ἄδειαν προελθόντες ἀλλήλων ἀπολαύουσιν. ὅταν δὲ βάτραχοι γεγωνότερον φθέγγωνται καὶ τῆς συνηθείας λαμπρότερον, ἐπιδημίαν δηλοῦσιν ὑετοῦ.