Ancient Greek · ~3 min
Book 9
Aelian, Περὶ ζῴων ἰδιότητος 9.15
Not analysed yet
τὰ ζῷα οὔτε ἐν ταῖς πληγαῖς οὔτε ἐν τοῖς δήγμασιν ἀεὶ τὴν αὐτὴν δύναμιν ἴσχει, ἀλλʼ ἐπιτείνεται πολλάκις ἔκ τινος αἰτίας. ὁ γοῦν σφὴξ γευσάμενος ἔχεως χαλεπώτερός ἐστι τὴν πληγήν, καὶ ἡ μυῖα τοιούτῳ τινὶ προσελθοῦσα πικροτέρα δακεῖν ἐστι καὶ ὀδύνας ἔδωκε, καὶ μέντοι καὶ τῆς ἀσπίδος τὸ δῆγμα γίνεται παντελῶς ἀνήκεστον, ἐὰν βατράχου φάγῃ. ὁ δὲ κύων ὑγιαίνων μὲν ἐὰν δάκῃ, τραῦμα εἰργάσατο καὶ ἀλγηδόνα ἐξῆψεν· ἐὰν δὲ λυττῶν, διέφθειρεν. ἀκέστρια δὲ ἀκουμένη χιτώνιον ῥαγὲν ὑπὸ λυττῶντος κυνός, δακοῦσά πως τῷ στόματι τὸ χιτώνιον, ἵνα ἀποτείνῃ αὐτό, ἐλύττησε καὶ ἀπέθανεν. ἀνθρώπου δὲ ἀσίτου δῆγμα χαλεπὸν καὶ δυσίατον. λέγονται δὲ οἱ Σκύθαι πρὸς τῷ τοξικῷ, ᾧ τοὺς οἰστοὺς ἐπιχρίουσι, καὶ ἀνθρώπειον ἰχῶρα ἀναμιγνύναι φαρμάττοντες, ἐπιπολάζοντά πως αἵματι, ὅπερ ἴσασιν ἀπόκριμα αὐτοῖς. τεκμηριῶσαι τοῦτο καὶ Θεόφραστος ἱκανός.