Ancient Greek
Book 9
Aelian, Περὶ ζῴων ἰδιότητος 9.14
Not analysed yet
εἴ τις προσάψαιτο τῆς νάρκης ὅτι τὸ ἐκ τοῦ ὀνόματος πάθος τὴν χεῖρα αὐτοῦ καταλαμβάνει, τοῦτο καὶ παιδάριον ὢν ἤκουσα τῆς μητρὸς λεγούσης πολλάκις. σοφῶν δὲ ἀνδρῶν ἐπυθόμην ὅτι καὶ τοῦ δικτύου ἐν ᾧ τεθήραται εἴ τις προσάψαιτο, ναρκᾷ πάντως. εἰ δέ τις ἐς σκεῦος αὐτὴν ἐμβάλοι ζῶσαν, καὶ ἐπιχέοι θαλαττίου ὕδατος, ἐὰν ἐγκύμων ᾖ καὶ ὁ καιρὸς τῆς ὠδῖνος ἀφίκηται, τίκτει. καὶ τὸ ἐν τῳ σκεύει ὕδωρ εἴ τις καταχέοι χειρὸς ἀνθρώπου ἢ ποδός, ναρκᾶν τὴν χεῖρα ἢ τὸν πόδα ἀνάγκη.