Ancient Greek · ~2 min
Book 9
Aelian, Περὶ ζῴων ἰδιότητος 9.37
Not analysed yet
φυτοῦ ἑτέρου κλάδος ἐπιφύεται πρέμνῳ, προσήκων οἱ μηδὲ ἓν πολλάκις. τὸ δὲ αἴτιον Θεόφραστος λέγει, φυσικώτατα ἀνιχνεύσας ὅτι τὰ ὀρνύφια τὴν ἄνθην τῶν δένδρων σιτούμενα εἶτα ἐπὶ τοῖς φυτοῖς καθήμενα τὰ περιττὰ ἀποκρίνει. οὐκοῦν τὸ σπέρμα ταῖς κοιλάσι καὶ ταῖς ὀπαῖς αὐτῶν καὶ τοῖς σηραγγώδεσιν ἐμπῖπτον καὶ ἐπαρδόμενον τοῖς ὄμβροις τοῖς ἐξ οὐρανοῦ, εἶτα ἀναφύει ἐκεῖνα ἐξ ὧν ἐβλάστησεν. οὕτω τοι καὶ ἐν ἐλαίᾳ συκῆν κατανοήσεις, καὶ ἐν ἄλλῳ ἄλλο.