Ancient Greek · ~2 min
Book 9
Aelian, Περὶ ζῴων ἰδιότητος 9.38
Not analysed yet
φωλεύει δὲ ἐν τοῖς μυχοῖς τῆς θαλάττης τὸ πρόβατον, καὶ οἱ καλούμενοι ἥπατοι, καὶ οὕσπερ οὖν φιλοῦσιν ἁλιεῖς ὀνομάζειν πρέποντας. καὶ μέγιστοι μέν εἰσιν ἰδεῖν τὴν φύσιν, νωθεῖς δὲ τὴν νῆξιν, καὶ εἱλοῦνται περὶ τοῖς φωλεοῖς, ἔνθεν τοι οὐδὲ ἀπολείπουσι τὴν σφετέραν ὑποδρομήν. λοχῶσι δὲ τῶν ἰχθύων τῶν ἀσθενεστέρων τοὺς παρανέοντας. ἀριθμοῖτο δʼ ἂν ἐν τούτοις καὶ ὁ ὄνος· δέδοικε δὲ μάλιστα ἰχθύων τὴν τοῦ Σειρίου ἐπιτολὴν οὗτος ὁ ὄνος.