Ancient Greek · ~1 min
Book 9
Aelian, Περὶ ζῴων ἰδιότητος 9.40
Not analysed yet
οἶδε δὲ ἄρα τῶν ζῴων ἕκαστον ἐν ᾧ μέρει κέκτηται τὴν ἀλκήν, καὶ τούτῳ θαρρεῖ, καὶ ἐπιβουλεῦον μὲν χρῆται ὡς ὅπλῳ, κινδυνεῦον δὲ ὡς ἀμυντηρίῳ. ὁ γοῦν ξιφίας ἀμύνεται τῷ ῥύγχει ὡς ξίφει, ἔνθεν τοι καὶ κέκληται· ἡ δὲ τρυγὼν τῷ κέντρῳ, ἡ δὲ μύραινα τοῖς ὀδοῦσι, καὶ μάλα γε εἰκότως· ἔχει γὰρ αὐτῶν διστοιχίαν.