Ancient Greek · ~2 min
Book 9
Aelian, Περὶ ζῴων ἰδιότητος 9.39
Not analysed yet
τίκτεται δὲ ἄρα ἐν τοῖς τῶν πυρῶν ληίοις καὶ ταῖς αἰγείροις καὶ ταῖς συκαῖς προσέτι τὸ τῶν κανθαρίδων φῦλον, ὥσπερ οὖν Ἀριστοτέλης λέγει, ἔν γε μὴν τοῖς ἐρεβίνθοις τὸ τῶν καμπῶν, ἐν δὲ τῷ ὀρόβῳ φαλάγγια ἄττα, ἐν δὲ τοῖς πράσοις ἡ καλουμένη πρασοκουρίς. τίκτεται δὲ καὶ ἐν τῇ κράμβῃ σκωλήκων γένος, καὶ ὄνομα αὐτῷ ἐκ τῶν ἠθῶν, ἐν οἶς διαιτᾶται. καλεῖται γοῦν κραμβίς. τίκτει δέ τι καὶ ἡ μηλέα· καὶ διαφθείρει μὲν τοῦτο πολλάκις τὸν καρπὸν τοῦ φυτοῦ τοῦδε, ταῖς δὲ ἔτι τοῦ τίκτειν ἐχούσαις ὥραν γένοιτο ἂν καὶ ἐς κύησιν ἀγαθόν. καὶ τὸν τρόπον ἐρεῖ ἄλλος.