Ancient Greek · ~1 min
Jebb Page 457
Aelius Aristides, Λευκτρικὸς Γ. (ὑπὲρ Λακεδαιμονίων δεύτερος) 457
Not analysed yet
τεύξονται βοηθῶν, ὑμῖν οὐκ ἀμελητέον, οὓς ἔχουσι μόνους. εὔχομαι δʼ αὐτοῖς, εἰ μὲν ὑμεῖς συναγωνιεῖσθε, σωτηρίαν καὶ κράτος· εἰ δʼ ἐγκαταλείψετε, ἀπολεῖσθαι μᾶλλον ἢ διʼ ἑτέρων ἀνενεγκεῖν, ἵνα καὶ ἁπλοῦν ἡμῖν τοὔνειδος ᾖ. ἐμοὶ μὲν ταῦτʼ ἔδοξεν ἀμφότερα ἐξετάζοντι· ἔτι δὲ, ὦ Ἀθηναῖοι, καὶ ὑμῖν δεικνύοιτʼ ἂν ἤδη τό γʼ ἐμὸν μέρος.