Ancient Greek · ~3 min
Jebb Page 100
Aelius Aristides, Πρὸς Λεπτίνην ὑπὲρ ἀτελείας 100
Not analysed yet
στρατιώτην ὁντινοῦν εἰργασμένος, οὐδʼ αὖ τοῦ τὰ ἱερὰ σεσυληκότος ὁ δημόσια κεκλοφώς· ἐπεὶ μηδὲ νόμον μᾶλλον ἐροῦμεν τὸν τοῖς προδόταις ἐπεξιόντα ἢ τὸν παρὰ τῶν τοιχωρυχούντων λαμβάνοντα δίκην. καὶ νῦν ἡμεῖς οἷς τοὺς εὐεργέτας δωρούμεθα καινὸν οὐδὲν δρῶντες, ἀλλὰ τὰ γιγνόμενʼ ἀποδιδόντες, οἷς ὧν παρέσχομεν ἀποστερήσομεν σφᾶς, μειζόνως ἀδικήσομεν, εὖ οἶδα, ἢ εἰ μηδὲ τὴν ἀρχὴν αὐτοῖς εἰσηνέγκαμεν. ἐκεῖνο μὲν γὰρ ἀγνωμοσύνης ἂν ἦν, τὸ δʼ ἀδικίας, εἴπερ ἃ παρʼ ἡμῶν δικαίως εἰλήφασι, τούτων ἀδίκως ἀποστερήσονται. τοσοῦτον δʼ ἀδικία μείζων ἀγνωμοσύνης, ὡς μόριον ἀδικίας τοῦτʼ εἶναι· οὐ γὰρ πᾶς ἀδικῶν ἤδη καὶ πρὸς τοὺς εὐεργέτας ἐστὶν ἀγνώμων, ἀλλʼ ὁ πρὸς τούτους ἀγνωμονῶν αὐτὸ τοῦτʼ ἀδικεῖ μόνον, τὸ