Ancient Greek · ~3 min
Jebb Page 118
Aelius Aristides, Πρὸς Λεπτίνην ὑπὲρ ἀτελείας 118
Not analysed yet
ἠξίουν καὶ διαλύσασθαι κατὰ τὸ εἰκὸς, αὐτοὶ δʼ οὗτοι τοῦτʼ ἂν πρῶτον γνώρισμα τῆς ὁμονοίας ἐβόων γενέσθαι, ἐὰν ὁ δῆμος ἅπας ἐκτίσῃ. ὅτε τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ μηδʼ ἡστινοσοῦν προϋπηργμένης ἀνάγκης, ἀλλʼ ὑπὸ τοῦ φιλανθρωποτάτου μόνου τῆς γνώμης τὰ τοιαῦτα πράττειν τῶν καλλίστων ἐδόκει, καὶ διαγεγόναμεν τὸν ἅπαντα χρόνον τὴν καλλίστην ταύτην καὶ λυσιτελεστάτην καὶ μόνην προσήκουσαν ἀνθρώποις φιλοτιμούμενοι, νῦν ἀμφοτέρων ὄντων, τοῦ τε τὰ δίκαια πράττειν ἀνάγκην εἶναι τοῦ τε κεχρῆσθαι τῇ γνώμῃ, καὶ μὴ τὴν ἐξ ἀρχῆς θαυμαστὴν ταύτην ἔνστασιν ἐγκαταλιπεῖν, ἔπειτʼ οὐκ ἐθελήσομεν; καὶ πῶς οὐκ ἄτοπον τοῖς μὲν ἡμετέροις αὐτῶν κινδύνοις ἐξαιρεῖσθαι τοὺς ἄλλους ἐθέλειν κινδύνων, ἄμφω δὲ ἐξὸν ἔχειν, καὶ ἡμᾶς αὐτοὺς εὖ πάσχειν ὑπʼ ἄλλων, καὶ τοὺς ἄλλους ὑφʼ ἡμῶν ἀξιοῦσθαι τῶν ἴσων, εἶτʼ ἀμφοῖν ἐστερῆσθαι δεδέχθαι, καὶ τοὺς μὲν τὰ δεινότατα πάντων εἰργασμένους τὴν πόλιν καὶ μηδʼ ἡντινοῦν ὑπερβολὴν