Ancient Greek · ~4 min
Jebb Page 122
Aelius Aristides, Πρὸς Λεπτίνην ὑπὲρ ἀτελείας 122
Not analysed yet
χρωμένους παρασκευάζει, τά τε ἄλλα καὶ τὸ ταὐτὰ διὰ τέλους φρονεῖν· ὅπερ εὐπραγίας ὡς ἀληθῶς ἴδιον. οὗτος δὲ μηδένα τούτου ποιούμενος λόγον, ἀλλὰ καὶ παρὰ τὸ κοινῇ συμφέρον καινοτομῶν ἃ μὴ δεῖ, ἐν τοῖς μεγίστοις καταβλάπτει τὴν πόλιν, οὐ μόνον ἀσύμφωνον αὐτὴν πρὸς ἑαυτὴν καθιστὰς, ἀλλὰ καὶ τῶν πάνυ τοι προσηκόντων ἀποστερῶν καὶ ὧν πᾶς τις ἂν αὐτῇ τυγχάνειν εἰς ἅπαν συνεύξαιτο. τί δʼ ἂν εἴη κατʼ εὐχὴν πόλεσι μᾶλλον ἢ τὸ φίλους καὶ εὐεργέτας ὁσημέραι κεκτῆσθαι; ὧν οὗτος, εἰ κύριος ἔσται, ταύτην καθάπαξ ἀπάγων, εἰ μὴ τοῦτʼ ἔσται, τούτων αὐτὴν καθάπαξ ἐμπλήσει. εἰ τοίνυν τὸ μὲν τουτονὶ λελυκέναι συνίστησιν ἡμῖν τοὺς γνωρίμους εἰς ἅπαν καὶ προσέτι πλείους ποιεῖ, τὸ δʼ αὖ σώζειν ἐθέλειν ἡμῶν τούτους ἀφίστησι, τοσούτῳ κάλλιον καὶ λυσιτελέστερον καὶ πρὸς αὐτῆς ὡς ἀληθῶς τῆς πόλεως μᾶλλον λύειν τοῦτον ἢ σώζειν, ὅσῳ τὸ τυγχάνειν εὐεργετῶν τε καὶ φίλων ἢ τούτων