Ancient Greek · ~2 min
Jebb Page 130
Aelius Aristides, Πρὸς Λεπτίνην ὑπὲρ ἀτελείας 130
Not analysed yet
ὃ νῦν Λεπτίνης μηδὲν αἰσχυνόμενος γράφει· ἔπειθʼ ἡμεῖς νομοθέτην τουτονὶ προσεροῦμεν, ἐφʼ ὃν τύμπανα καὶ κύφωνας, τὸ τῆς κωμῳδίας, διὰ ταῦτʼ ἔδει καλεῖν, ὡς τοῦ τῆς πόλεως καταψευδόμενον ἤθους, καὶ ταύτην ἐκπολεμοῦντα πρὸς οὓς ἥκιστʼ ἐχρῆν; ἡδέως δʼ ἄν σου, Λεπτίνη, πυθοίμην, ἐὰν ἣν παρά του χάριν εἰλήφεις, ταύτην ἔπειτʼ ἀφαιρεθῇς, πότερον δυσχερανεῖς ἢ μή; μᾶλλον δὲ εἰ μὲν, ὅτε ταύτην εἰλήφεις, οὐ προσεῖχες ὅλως τὸν νοῦν, πρῶτον μὲν οὐκ οἶδʼ ὅτου χάριν εἰλήφεις· οὐ γὰρ οἷόν τε ταύτην λαβεῖν μὴ περὶ πλείστου ποιούμενον. πλὴν, εἰ βούλει, δεδόσθω μήτε τότε μηδένα ταυτησὶ πεποιῆσθαι λόγον μήτε νῦν