Ancient Greek · ~3 min
Jebb Page 144
Aelius Aristides, Πρὸς Λεπτίνην ὑπὲρ ἀτελείας 144
Not analysed yet
ἠνεσχόμεθα δή που, ἀλλὰ καὶ προσελάχομεν ἂν τούτοις ὕβρεως δίκην, αὐτοὶ δὲ ἡμᾶς αὐτοὺς τὰ πάντων αἴσχιστα διαβαλεῖν ἐθελήσομεν. ὅταν γὰρ τοῖς μὲν ἐν οἷς ἐπηγγείλαντο τὸν δῆμον ἠπατηκόσιν, ἐὰν, ὡς ὁ νόμος κελεύει, κριθέντες ἁλῶσι, θανάτου τιμῶμεν, ἡμεῖς δὲ καὶ ἃ δεδώκαμεν ἀφελώμεθα, πῶς οὐχ ἡμῖν αὐτοῖς ἐπιβουλεύειν δόξομεν, ἐφʼ ἃ τοὺς ἄλλους ἀξιοῦμεν θανάτου, ταῦθʼ ἑκόντες ἡμᾶς εἰργασμένοι; ὃ μάλιστα πάντων ἡμᾶς φυλάξασθαι δεῖ, οὐ μόνον ὅτι τοῦ πράττειν ἃ δεῖ μάλιστα πάντων ἡμῖν δεῖ, ὅσῳ καὶ θεοφιλεῖς μάλιστα πάντων ἡμεῖς, ἀλλʼ ὅτι καὶ τοῦτο, μάλιστα πάντων δεῖν, συγγνώμης ἀπήλλακται. καὶ δικαίως. ὁ μὲν γὰρ ὁτιοῦν ἀδικῶν κατʼ αὐτὸ τοῦτο μόνον ἴσχει τὴν μέμψιν, ὁ δʼ ἃ παρʼ ἄλλοις ὡς κάλλιστα