Ancient Greek · ~3 min
Jebb Page 154
Aelius Aristides, Πρὸς Λεπτίνην ὑπὲρ ἀτελείας 154
Not analysed yet
μεῖζον καθάπαξ ἐστὶ, τὴν τῆς πόλεως μεγαλοψυχίαν καὶ τὸ πιστεύεσθαι. καὶ τότε μὲν Θρασύβουλος ὀλίγους δή τινας παραλαβὼν τὴν τυραννίδα καθεῖλεν, ἡμῶν δὲ πάντων εἷς ὁστισοῦν ἀνὴρ περιέσται; μηδαμῶς, ὦ ἄνδρες Ἀθηναῖοι. σκοπεῖτε δὲ, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ τοῦτο, ἵνʼ εἰδῆτε σαφῶς, ὡς τἀναντία Λεπτίνης ὧν προὔθετο λέγει, καὶ τοῖς αὐτὸς αὑτοῦ πολεμῶν οὐκ αἰσχύνεται· ὅταν γὰρ πάντας μὲν τοὺς ἄλλους τὰς δωρεὰς ἀφαιρῆται, μόνους δὲ τοὺς ἀφʼ Ἁρμοδίου καὶ Ἀριστογείτονος ταύτας ἔχειν ἐᾷ, μάλιστα μὲν δῆλός ἐστι μήτε χρηστὸν τοῦτο καθάπαξ μήτε φαῦλον νομίζων, ἀλλʼ ἐφʼ ἑνὸς τούτου τἀναντία φρονῶν. ἀμήχανον δὲ κατὰ ταυτὸν ἄμφω συμβῆναι, ἀλλὰ δυοῖν θάτερον. πλὴν τοῦ γε τὸν ἔλεγχον ἐμφανῆ γεγενῆσθαι δεδόσθω. οὐ μὴν ἀλλʼ εἰ μὲν καλόν τι καὶ δίκαιον, ὦ οὗτος, τὸ τῶν δωρεῶν οἴει καὶ τῇ πόλει συμφέρον, τί μὴ πᾶσιν ἁπλῶς