Ancient Greek · ~3 min
Jebb Page 164
Aelius Aristides, Πρὸς Λεπτίνην ὑπὲρ ἀτελείας 164
Not analysed yet
οὗτος περὶ ὧν λέγει δόξαν ᾖ κεκτημένος, σχολῇ γʼ ἂν ὁτῳοῦν τῶν ἁπάντων ἀξιόπιστος δόξαι. ἐμοὶ δὲ, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ Λεπτίνου θαυμάζειν ἔπεισιν, ὅπως πανοῦργος ὢν καὶ δεινὸς πράγμασι χρῆσθαι τοῦτʼ ἠγνόηκεν ὅτι περ οἷς τοὺς ἄλλους ἀφαιρεῖται τὰς δωρεὰς, κατʼ αὐτὸς αὑτοῦ κινεῖ τὸν ἀνάγυρον, ἑαυτὸν ἀποστερῶν τῶν μεγίστων, παρρησίας καὶ δόξης καὶ λόγων καὶ τοῦ περὶ ὧν ἂν ἑκάστοθʼ αἱρῆται παρελθεῖν εἰς μέσους ἐξεῖναι. οὐ γὰρ ὁ τὴν ἐν πρυτανείῳ σίτησιν ἢ ἀτέλειαν ἢ πλέθρα γῆς ἤ τι τοιοῦτον λαμβάνων, μόνος οὗτος δῶρα λαμβάνει, ἀλλὰ καὶ ὃν ἂν ὁ δῆμος ἀξιώσῃ ταυτησὶ τῆς παρόδου, καὶ οὗτος αὐτὸ τοῦτο δῶρα λαμβάνει· καὶ τοσοῦτον μᾶλλον ταῦτα δεῖ δῶρα καλεῖν